Add parallel Print Page Options

14 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν [a]ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· καὶ ἐὰν πορευθῶ [b]καὶ ἑτοιμάσω [c]τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε [d]τὴν ὁδόν. λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· [e]πῶς [f]δυνάμεθα τὴν ὁδὸν εἰδέναι; λέγει αὐτῷ [g]ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ. εἰ [h]ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου [i]ἂν ᾔδειτε· [j]ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε [k]αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:2 ὅτι WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 καὶ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:3 τόπον ὑμῖν WH Treg NIV ] ὑμῖν τόπον RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:4 τὴν ὁδόν WH Treg NIV ] καὶ τὴν ὁδὸν οἴδατε RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 πῶς WH Treg NIV ] καὶ πῶς RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:5 δυνάμεθα τὴν ὁδὸν εἰδέναι NIV RP ] οἴδαμεν τὴν ὁδὸν WH Treg
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:6 Treg NIV RP ] – WH
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἐγνώκειτέ WH Treg NIV RP ] ἐγνώκατέ NA
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἂν ᾔδειτε WH Treg NIV] ἐγνώκειτε ἄν RP; γνώσεσθε NA
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 ἀπ᾽ WH Treg ] καὶ ἀπ᾽ NIV RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:7 αὐτόν Treg NIV RP ] – WH